Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.326 Dem. 19.330 (English) >>Dem. 19.333

19.328καὶ γέγονεν τὰ πράγματα πάνθʼ ὥσπερ αἴνιγμα τῇ πόλει. μὲν οὐδὲν ἔψευσται καὶ πάνθʼ ὅσʼ ἐβουλήθη διαπέπρακται, ὑμεῖς δʼ ἅπερ εὔξαισθʼ ἂν ἐλπίσαντες, τἀναντία τούτων ἑοράκατε γιγνόμενα, καὶ δοκεῖτε μὲν εἰρήνην ἄγειν, πεπόνθατε δὲ δεινότερʼ πολεμοῦντες· οὗτοι δὲ χρήματʼ ἔχουσιν ἐπὶ τούτοις καὶ μέχρι τῆς τήμερον ἡμέρας δίκην οὐ δεδώκασιν. 19.329ὅτι γὰρ ταῦθʼ ἁπλῶς δεδωροδόκηται καὶ τιμὴν ἔχουσιν ἁπάντων τούτων οὗτοι, πολλαχόθεν μὲν ἔγωγʼ οἶμαι δῆλον ὑμῖν εἶναι πάλαι, καὶ δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ, σφόδρʼ ἀκριβῶς δεικνύναι πειρώμενος διοχλῶ πάλαι τοῦτʼ αὐτοὺς ὑμᾶς εἰδότας· ὅμως δʼ ἔτι καὶ τόδʼ ἀκούσατε. 19.330ἔσθʼ ὅντινʼ ὑμεῖς, ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτʼ ἂν ἐν ἀγορᾷ; τί δέ; δοίητʼ ἂν ἐν πρυτανείῳ σίτησιν ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί; (οὔτε γὰρ ὑμεῖς γʼ ἀχάριστοί ἐστʼ οὔτʼ ἄδικοι ἄνθρωποι οὔτε κακοί.) ὅτι πάνθʼ ὑπὲρ Φιλίππου καὶ οὐδʼ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτʼ ἄν, καὶ ἀληθῆ καὶ δίκαια. 19.331εἶτʼ οἴεσθʼ ὑμεῖς μὲν οὕτω γιγνώσκειν, τὸν δὲ Φίλιππον οὐχ οὕτω, ἀλλὰ τούτοις διδόναι τηλικαύτας καὶ τοσαύτας δωρειὰς διότι ὑπὲρ ὑμῶν καλῶς καὶ δικαίως ἐπρέσβευσαν; οὐκ ἔστι ταῦτα. τὸν γὰρ Ἡγήσιππον ὁρᾶτε καὶ τοὺς μετʼ αὐτοῦ πρέσβεις πῶς ἐδέξατο. τὰ μὲν ἄλλα σιωπῶ, ἀλλὰ Ξενοκλείδην τουτονὶ τὸν ποιητὴν ἐξεκήρυξεν, ὅτι αὐτοὺς ὑπεδέξατο πολίτας ὄντας. τοῖς μὲν γὰρ ὑπὲρ ὑμῶν λέγουσι δικαίως ὅσʼ ἂν φρονῶσι τοῦτον τὸν τρόπον προσφέρεται, τοῖς δὲ πεπρακόσιν αὑτοὺς ὡς τούτοις. ταῦτʼ οὖν μαρτύρων, ταῦτʼ ἐλέγχων τινῶν ἔτι δεῖται μειζόνων; ταῦτʼ ἀφαιρήσεταί τις ὑμῶν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.326 Dem. 19.330 (English) >>Dem. 19.333

Powered by PhiloLogic